Ancient Bible › Septuagint › Leviticus (LXX)
Leviticus (LXX) Λευϊτικόν — 27 chapters, every word parsed. The first is below; the rest follow it.
Machine-parsed. The morphology in this work was assigned automatically, not by an editor. Useful for reading; not to be cited as an authority.
Edition. Swete’s Septuagint.
1
KAI ἀνεκάλεσεν Μωυσῆν καὶ ἐλάλησεν Κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου λέγων
2
Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἅνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ κυρίῳ, ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν.
3
Ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ ἐκ τῶν βοῶν, ἄρσεν ἄμωμον προσάξει· πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει αὐτό, δεκτὸν αὐτῷ ἐναντίον Κυρίου.
4
καὶ ἐπιθήσει τὴν περὶ αὐτοῦ.
5
καὶ σφάξουσι τὸν μόσχον ἔνατι Κυρίου· καὶ προσ – οίσουσιν οἱ ἱερεῖς οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα, καὶ προσχεοῦσιν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μὰ τυρίου·
6
ἐκδείραντες ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη.
7
καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱεραῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπιστοιβάσουσιν ξύλα ἐπὶ τὸ πῦρ·
8
καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ααρὼν οἱ ἱεραῖς τὰ διχοτομήματα καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου,
9
τὰ δὲ ία αὐτοῦ καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ ἐπιθήσουσιν οἱ τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστιν, θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
10
Ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων εἰς ὁλοκαύτωμα, ἄρσεν ἄμωμον προσάξει αὐτό, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
11
καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βορρᾶν ἔναντι Κυρίου. καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον κύκλῳ·
12
καὶ διελοῦσιν αὐτὸ κατὰ μέλη, καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ· καὶ ἐπιστοιβάσουσιν αὐτὰ οἱ ἱεραῖς ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ἐπὶ τοῦ θυσιαστηρίου,
13
καὶ τὰ ἐνκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι· καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον· κάρπωμά ἐστιν θυσίας, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
14
Ἐὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρῃς δῶρον τῷ κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ·
15
καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον, καὶ ἀποκνίσει τὴν κεφαλήν· καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον, καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου·
16
καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς, καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατὰ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ·
17
καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ· καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός· κάρπωμά ἐστιν, θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
82 distinct words — each links to every other place it occurs.
ὁthe/this/who96καίand37αὐτόςit/s/he20ἐπίupon/to/against18θυσιαστήριονaltar13κύριοςlord: God10ἀπόaway from8ἐπιτίθημιto put/lay on7πρόςto/with6δῶρονgift6ἱερεύςpriest6ἐκout from5υἱόςson5ἐάνif4ἈαρώνAaron4αἷμαblood4πῦρfire4ξύλονwood4κεφαλήhead4εἰμίto be4κάρπωμαa yield4σκηνήtent3προσάγωto bring near3ὁλοκαύτωμαburnt offering3κατάaccording to3ἱερόςsacred3δέthen3θυσίαsacrifice3ὀσμήaroma3εὐωδίαaroma3μαρτύριονtestimony2ὑμεῖςyou2βοῦςox2πρόβατονsheep2ἄρρην, ἄρσηνmale2θύραdoor2κύκλῳsurrounding2μέλοςmember2στέαρfat2πούςfoot2ὕδωρwater2πᾶςall2εἰςtoward2Μωϋσῆς, ΜωσῆςMosesλαλέωto speakλέγωto sayἸσραήλIsraelἐρῶto sayἄνθρωποςa humanκτῆνοςanimalἄμωμοςblamelessδεκτόςacceptableἐναντίονin front ofπερίaboutμόσχοςcalfμᾶby!διχοτόμημαa pieceτεand/bothἔριφοςa goatἄμωμονamomumχείρhandσφάζωto slaughterβορρᾶςthe northἔναντιbeforeπετεινόςbirdπροσφέρωto bring toτρυγώνdoveἤorπεριστεράdoveἀποκνίζωto pluck offβάσιςfootἀφαιρέωto removeπρόλοβοςa cropσύνwithπαράfrom/with/besideἀνατολήeastτόποςplaceσποδόςashesπτέρυξwingοὐnoδιαιρέωto distributeπυρόςwheat