Hosea (Ὡσηέ) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Ἀκούσατε λόγον Κυρίου, υἱοὶ Ἰσραήλ, ὅτι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς·
2
ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφʼ αἵμασιν μίσγουσιν.
3
διὰ τοῦτο πενθήσει ἡ γῆ, καὶ μικρυνθήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν, σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν,
4
ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς. ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς,
5
καὶ ἀσθενήσει ἡμέρας, καὶ ἀσθενήσει προφήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου,
6
ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀ γὼ ἀπώσομαι σέ τοῦ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον θεοῦ σου, κἀ γὼ ἐπιλήσομαι τέκνων σου.
7
κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι,
8
ἁμαρτίας λαοῦ μου φάγονται, καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήμψονται τὰς ψυχὰς αὐτῶν.
9
καὶ ἔσται καθὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς, καὶ ἐκδικήσω ἐπʼ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ, καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ.
10
καὶ φάγονται καὶ οὐ μὴ ἐμπλησθῶσιν, ἐπόρνευσαν καὶ οὐ μὴ κατευθύνωσιν, διότι τὸν κύριον ἐγκατέλιπον τοῦ φυλάξαι πορνείαν.
11
καὶ οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου·
12
ἐν συμβόλοις ἐπηρώτων, καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ· πνεύματι πορνείας ἐπλανήθησαν καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ θεοῦ αὐτῶν.
13
ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη. διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν, καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσιν·
14
καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύωσιν, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσιν· ὅτι αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο, καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης.
15
σὺ δέ, Ἰσραήλ, μὴ ἀγνόει, καὶ Ἰούδα, μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα, καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ὤν, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον.
16
διότι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ· νῦν νεμήσει αὐτοὺς Κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ.
17
μέτοχος εἰδώλων Ἐφράιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα,
18
ᾑρέτισεν Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν, ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῆς.
19
συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς, καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
142 distinct words — each links to every other place it occurs.
ὁthe/this/who44καίand36αὐτόςit/s/he17σύyou9ἐπίupon/to/against8ἐγώI/we8μήnot7λαόςa people6κύριοςlord: God5γῆearth: planet5οὐno5ἐνin/on/among5ὅτιthat/since: that4εἰμίto be4σύνwith4ὡςas/when4μετάwith/after4ἸσραήλIsrael3διότιbecause3θεόςGod3εἰςtoward3πορνεύωto sin sexually3ὑμεῖςyou3κατοικέωto dwell2οὐδέnor2ἐπίγνωσιςknowledge2αἷμαblood2διάthrough/because of2οὗτοςthis/he/she/it2μηδείςnothing2μήτεneither2δέthen2ἱερεύςpriest2ἀσθενέωbe weak: weak2οὕτωςthus(-ly)2ἀτιμίαdishonour2τίθημιto place2ἐσθίωto eat2πορνείαsexual sin2πνεῦμαspirit/breath: spirit2θύωto sacrifice2θυγάτηρdaughter2νύμφηbride2μοιχεύωto commit adultery2ὅτανwhen(-ever)2πόρνηprostitute2ἐκout from2ἀκούωto hearλόγοςwordυἱόςsonκρίσιςjudgmentπρόςto/withἀλήθειαtruthἔλεοςmercyἀράcurseψεῦδοςlieφόνοςmurderκλοπήtheftμοιχείαadulteryχέωto pourμίσγωto mingleπενθέωto mournπᾶςallθηρίονwild animalἀγρόςField ofἑρπετόνreptileπετεινόςbirdοὐρανόςheavenἰχθύςfishθάλασσαseaἐκλείπωto failὅπωςthatδικάζωto act as judgeἐλέγχωto rebukeἀντιλέγωto disputeἡμέραdayπροφήτηςprophetνύξnightμήτηρmotherὁμοιόωto likenἔχωto have/beγνῶσιςknowledgeἀπωθέωto rejectἱερατεύωto serve as priestνόμοςlawἐπιλήθωto forgetτέκνονchildκατάaccording toπλῆθοςmultitudeδόξαgloryἁμαρτίαsinἀδικίαunrighteousnessλαμβάνωto takeψυχήsoulκαθώςas/just asἐκδικέωto avengeὁδόςroadδιαβούλιονdeliberationἀνταποδίδωμιto repayκατευθύνωto guideἐγκαταλείπωto leave behindφυλάσσωto keep/guard: observeοἶνοςwineμέθυσμαstrong drinkδέχομαιto receiveκαρδίαheartσύμβολονa symbolἐπερωτάωto questionῥάβδοςrodἀπαγγέλλωto announceπλανάωto lead astrayἀπόaway fromκορυφήheadὄροςmountainβουνόςhillὑποκάτωunderδένδρονtreeσυσκιάζωto overshadowκαλόςgoodσκέπηa shelterἐκπορνεύωto fornicateσυνίημιto understandἸούδαςJudasεἰσπορεύωto enterἀναβαίνωto ascendοἶκοςhouse: homeὄμνυμιto swearζῶlifeδάμαλιςheiferπαροιστράωbe in heatνῦνnowἀμνόςlambμέτοχοςpartakerεἴδωλονidolἘφραίμEphraimἑαυτοῦthemselfσκάνδαλονstumbling blockἀγαπάωto loveσυστροφήcommotion/plotπτέρυξwingκαταισχύνωto dishonorθυσιαστήριονaltar