Ezekiel (Ἰεζεκιήλ) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γὼγ καὶ εἰπόν Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γώγ, ἄρχοντα Ῥώς, Μέσοχ, καὶ Θοβέλ·
2
καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἐπʼ ἐσχάτου τοῦ βορρᾶ, καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τοῦ Ἰσραήλ.
3
§ ³καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς, ( ⁴) καὶ καταβαλῶ σε
4
ἐπὶ τὰ ὄρη τὰ Ἰσραήλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ, καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων· παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι.
5
ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος.
6
καὶ ἀποστελῶ πῦρ ἐπὶ Γώγ, καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπʼ εἰρήνης· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
7
καὶ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ἰσραήλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι· καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγω εἰμι Κύριος, ἄγιος ἐν Ἰσραήλ.
8
ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει κύριος Κύριος· αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἐλάλησα.
9
καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ἰσραὴλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασι καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις, καὶ καύσουσιν ἐν αὐτοῖς π ῦρ ἑπτὰ ἔτη·
10
καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ τοῦ πεδίου οὐδέ μὴ κόψουσιν ἐκ τῶν δρυμῶν, ἀλλʼ ἢ τὰ ὅπλα κατακαύσουσιν πυρί· καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτούς, καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς, λέγει Κύριος.
11
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστόν, μνημεῖον ἐν Ἰσραήλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ, καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τῆς φάραγγος·
12
καὶ κατορύξουσιν ἐκεῖ τὸν Γ ὼγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται Τὸ τέ, τὸ πολυάνδριον τοῦ Γώγ.
13
καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ ἵνα καθαρισθῇ ἡ γῆ ἐν ἑπταμήνῳ, ( ¹³) καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην, λέγει Κύριος.
14
καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελιμμένους ἐπὶ προσωώπου τῆς γῆς, καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον, καὶ ἐκζητήσουσιν.
15
καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρʼ αὐτὸ σημεῖον, ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ·
16
καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον· καὶ καθαρισθήσεται ἡ γῆ.
17
καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν Τάδε λέγει Κύριος Εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου Συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου, ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ἰσραήλ, καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα.
18
κρέα γιγάντων φάγεσθε, καὶ αἶμα ἀρχόντων τῆς γῆς πίεσθε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες.
19
καὶ φάγεσθε στέαρ εἰς πλησμονήν, καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου ἧς ἔθυσα ὑμῖν.
20
καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην καὶ γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει Κύριος.
21
καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπʼ αὐτούς.
22
καὶ γνώσονται οἶκος Ἰσραὴλ ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα.
23
καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ἠχμαλωτεύθησαν οἶκος Ἰσραήλ, ἀνθʼ ὧν ἠθέτησαν § εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ.
24
κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν.
25
Διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Νῦν ἀποστρέψω αἰχμαλωσίαν ἐν Ἰακώβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραήλ, καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου.
26
καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν, ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπʼ εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν,
27
ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνα – γαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν·
28
καὶ γνωώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσιν.
29
καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, ἀνθʼ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραήλ, λέγει κύριος Κύριος.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
166 distinct words — each links to every other place it occurs.
ὁthe/this/who100καίand80αὐτόςit/s/he28ἐγώI/we24σύyou16ἐπίupon/to/against16κύριοςlord: God16πᾶςall15ἐνin/on/among15λέγωto say12ἸσραήλIsrael12εἰμίto be9ὅςwhich9ἀπόaway from8ἔθνοςGentiles8γῆearth: planet8ὅτιthat/since: that7ΓώγGog6εἰςtoward6γινώσκωto know6χείρhand5οἶκοςhouse: home5ἀποστρέφωto turn away5πεδίονa plain4πρόσωπονface4ὄνομαname4οὐno4ἡμέραday4ἐκout from4πολυάνδριονa cemetery4διάthrough/because of4ἄνθρωποςa human3ὅδεthis3συνάγωto assemble3ὄροςmountain3ἅγιοςholy3οὗτοςthis/he/she/it3καθαρίζωto clean3θυσίαsacrifice3ὑμεῖςyou3πίνωto drink3αἷμαblood3υἱόςson2ἰδούlook!2τόξονbow2τόξευμαa bow2μετάwith/after2πλῆθοςmultitude2πετεινόςbird2θηρίονwild animal2λαλέωto speak2πῦρfire2κατοικέωto dwell2εἰρήνηpeace2λαόςa people2οὐκέτιnot any more2πόλιςcity2ὅπλονweapon2μήnot2λαμβάνωto take2προνομεύωto despoil2σκυλεύωto despoil2δίδωμιto give2ὀνομαστόςfamous2πρόςto/with2ἑπτάμηνοςof seven months2ἀνήρman2θάπτωto bury2ὁράωto see: see2κρέαςmeat2ποιέωto do/make: do2θεόςGod2ἀντίfor2κατάaccording to2προφητεύωto prophesyἄρχωνrulerκαθοδηγέωto directἀναβιβάζωto pull upἔσχατοςlast/leastβορρᾶςthe northἀνάγωto leadἀριστερόςleftδεξιόςrightκαταβάλλωto lay/throw downπερίaboutἀποστέλλωto sendνῆσοςislandμέσοςmidstβεβηλόωto profaneἥκωto come/be presentἐξέρχομαιto go outκοντόςa shaftῥάβδοςrodλόγχηspearἑπτάsevenἔτοςyearξύλονwoodοὐδέnorδρυμόςa groveἀλλάbutἤorκατακαίωto burnἐκεῖνοςthatτόποςplaceμνημεῖονgraveἐπέρχομαιto arrive/invadeθάλασσαseaπεριοικοδομέωto encloseφάραγξvalleyἐκεῖthereγ, ΓιμαλGimelκαλέωto call: callτεand/bothἵναin order that/toδιαστέλλωto give ordersἐπιπορεύομαιto come/go toἐκζητέωto seek outδιαπορεύωto go throughὀστέονboneοἰκοδομέωto buildπαράfrom/with/besideσημεῖονsignἕωςuntilὅστιςwho/whichγάρforὄρνεονbirdἔρχομαιto come/goπερικύκλῳsurroundingμέγαςgreatγίγαςa giantἄρχωbe firstκριόςa ramμόσχοςcalfτράγοςhe-goatστέαρfatπλησμονήgratificationμέθηdrunkennessτράπεζαtableἵπποςhorseἀναβάτηςa riderπολεμιστήςa warriorδόξαgloryκρίσιςjudgmentἐπάγωto bring uponἐπέκειναbeyondἁμαρτίαsinἀθετέωto rejectπαραδίδωμιto deliverἐχθρόςenemyπίπτωto collapseμάχαιραswordἀκαθαρσίαimpurityἀνόμημαa violation of lawνῦνnowαἰχμαλωσίαcaptivityἸακώβJacobἐλεέωto have mercyζηλόωbe eagerἀτιμίαdishonourἑαυτοῦthemselfἀδικίαunrighteousnessκατοικίζωto settleἐκφοβέωto terrifyἁγιάζωto sanctifyἐνώπιονbeforeθυμόςwrath