Ancient Bible › Septuagint › Esther (LXX)
Esther (LXX) Ἐσθήρ — 11 chapters, every word parsed. The first is below; the rest follow it.
Machine-parsed. The morphology in this work was assigned automatically, not by an editor. Useful for reading; not to be cited as an authority.
Edition. Swete’s Septuagint.
1
ΕΤΟΥΣ δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου βασιλέως τῇ μιᾷ τοῦ Νεισὰ ἐνύπνιον ἴδεν Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεείου τοῦ Κεισαίου ἐκ φυλῆς Βενιαμείν,
2
ἄνθρωπος Ἰουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας, θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως·
3
ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος ἐξ Ἰερουσαλὴμ μετὰ Ἰεχονίου τοῦ βασιλέως τῆς Ἰουδαίας.
4
καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμός, τάραχος ἐπὶ τῆς γῆς.
5
καὶ ἰδοὺ δύο δράκοντες μέγαλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν· καὶ ἐγένετο ὐτῶν φωνὴ μεγάλη,
6
καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος.
7
καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου, θλίψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς·
8
καὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος, φοβούμενοι τὰ ἑαυτῶν κακά, καὶ ἡτοιμάσθησαν ἀπολέσθαι·
9
καὶ ἐβόησαν πρὸς τὸν θεόν. ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ·
10
φῶς καὶ ὁ ἥλιος ἀνέτειλεν, καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους.
11
καὶ διεγερθεὶς Μαρδοχαῖος ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο, καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ καρδία, καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός.
12
καὶ ἡσύχασεν Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβάθα καὶ Θαρρὰ τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλήν,
13
ἤκουσέν τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηραύνησεν, καὶ ἔμαθεν ὅτι ἑτοιμάζουσιν τὰς χεῖρας ἐπιβαλεῖν Ἀρταξέρξῃ τῷ βασιλεῖ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ αὐτῶν·
14
καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους. καὶ ὁμολογήσαντες ἀπήχθησαν,
15
καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων·
16
καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ, καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων.
17
καὶ ἦν Ἀμὰν Ἀμαδάθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως, καὶ ἐζήτησεν κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπέρ τῶν δύο εὐνούχων τοῦ βασιλέως.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
116 distinct words — each links to every other place it occurs.
ὁthe/this/who49καίand34βασιλεύςking12αὐτόςit/s/he10ἐνin/on/among6μέγαςgreat5οὗτοςthis/he/she/it5αὐλήpalace/courtyard4δύοtwo4ἐνύπνιονdream3ἐκout from3ἰδούlook!3φωνήvoice/sound: voice3πᾶςall3ἔθνοςGentiles3λόγοςword3εὐνοῦχοςeunuch3περίabout3ἄνθρωποςa human2θεραπεύωto serve/heal2εἰμίto be2δέthen2μετάwith/after2τάραχοςdisturbance2ἐπίupon/to/against2γῆearth: planet2γίγνομαιbe born2εἰςtoward2δίκαιοςjust2θεόςGod2ἀπόaway from2ἔνδοξοςhonored2γράφωto write2δεύτεροςsecondlyβασιλεύωto reignεἷςoneφυλήtribeΒενιαμίνBenjaminἸουδαῖοςJewοἰκέωto dwellπόλιςcityαἰχμαλωσίαcaptivityὅςwhichαἰχμαλωτεύωto take captiveΒαβυλώνBabylonἹεροσόλυμαJerusalemἸεχονίαςJechoniahἸουδαίαJudeaθόρυβοςcommotionβροντήthunderσεισμόςearthquakeδράκωνdragonἕτοιμοςreadyπροέρχομαιto go beforeἀμφότεροςbothπαλαίωto wrestleπόλεμοςwarὥστεsoπολεμέωto fightἡμέραdayσκότοςdarknessγνόφοςdarknessθλῖψιςpressureστενοχωρίαhardshipκάκωσιςoppressionταράσσωto troubleφοβέωto fearἑαυτοῦthemselfκακόςevil/harm: evilπρόςto/withβοήoutcryμικρόςsmallπηγήflowποταμόςriverὕδωρwaterπολύςmuchφῶςlightἥλιοςsunἀνατέλλωto riseταπεινόςlowlyὑψόωto lift upκατεσθίωto devourδιεγείρωto arouseὁράωto see: seeτιςoneβουλεύωto planποιέωto do/make: doἔχωto have/beκαρδίαheartἐθέλωbe willingἐπιγινώσκωto come to knowἕωςuntilνύξnightφυλάσσωto keep/guard: observeτεand/bothλογισμόςthoughtμέριμναconcernμανθάνωto learnὅτιthat/since: thatἑτοιμάζωto make readyχείρhandἐπιβάλλωto put on/seizeὑποδείκνυμιto showὁμολογέωto confess/professἀπάγωto lead awayμνημόσυνονmemorialἐπιτάσσωto commandδίδωμιto giveδόμαgiftἅμαtogetherβουγάϊοςbullyἐνώπιονbeforeζητέωto seekκακοποιέωto do evil/harmλαόςa peopleὑπέρabove/for