Ancient Bible › Intertestamental › Baruch
Baruch Βαρούχ — 5 chapters, every word parsed. The first is below; the rest follow it.
Machine-parsed. The morphology in this work was assigned automatically, not by an editor. Useful for reading; not to be cited as an authority.
Edition. Swete’s Septuagint.
1
ΚΑΙ οὗτοι οἱ λόγοι τοῦ βιβλίου οὓς ἔγραψεν αροὺχ υἱὸς Νηρίου υἱοῦ Μαασαίου υἱοῦ Σεδεκίου υἱοῦ Ἀσαδίου υἱοῦ Χελκίου ἐν Βαβυλῶνι,
2
ἐν τῷ ἔτει τῷ πέμπτῳ ἐν ἑβδόμῃ τοῦ μηνός, ἐν τῷ καιρῷ ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ἰερουσαλὴμ καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί.
3
καὶ ἀνέγνω Βαροὺχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὼσὶν Ἰεχονίου υἱοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίδλον,
4
καὶ ἐν όσὶν τῶν δυνατῶν καὶ υἱῶε τῶν βασιλέων, και ἐν ἐὼσὶ τῶν πρεσβυτέρων, καὶ ἐν Κσὶ παντὸς τοῦ λαοῦ ἀπὸ μικροῦ ἕως μεγάλου, πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοί Σούδ.
5
καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχοντο ἐναντίον Κυρίου,
6
καὶ συνήγαγον ἀργύριον καθὰ ἑκάστου ἡδύνατο ἡ χείρ.
7
καὶ ἀπέστειλαν εἰς Ἰερουσαλὴμ πρὸς Ἰωακεὶμ υἱὸν Χελκίου υἱοῦ Σαλὼμ τὸν ἱερέα, καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τοὺς εὺρεθέντας μετʼ αὐτοῦ ἐν Ἰερουσαλήμ,
8
ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἵκου Κυρίου τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ ἀποστρέψαι εἰς γῆν Ἰούδα, τῇ δεκάτη τοῦ Σειουάν, σκεύη ἀργυρᾶ ἃ ἐποίησεν Σεδεκίας υἱὸς Ἰωσεία βασιλεὺς Ἰούδα,
9
μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσὸρ βασιλέα Βαβυλῶνος τὸν Ἰεχονίαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ἰερουσαλήμ, καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα.
10
Καὶ εἶπαν Ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον, καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον, καὶ ποιήσατε μάννα καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον Κυρίου θεοῦ ἡμῶν,
11
καὶ προσεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτασάρ υἱοῦ αὐτοῦ, ἵνα ὥσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.
12
καὶ δώσει Κύριος ἰσχὺν ἡμῖν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασάρ υἱοῦ αὐτοῦ, καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν.
13
καὶ προσεύξασθε περὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ὅτι ἡμάρτομεν τῷ κυρίῳ θεῷ ἡμῶν, καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς Κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφʼ ἡμῶν ἕως τῆς ἡμέρας ταύτης.
14
Καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἐξαγορεῦσαι ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ,
15
καὶ ἐρεῖτε ῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη, ἀνθρώπῳ Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλήμ,
16
καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προφήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν,
17
ὧν ἡμάρτομεν ἔναντι Κυρίου
18
καὶ ἠπειθήσαμεν αὐτῷ, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου θεοῦ ἡμῶν πορεύεσθαι τοῖς προστάγμασιν Κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν,
19
ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγεν Κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἥμεθα ἀπειθοῦντες πρὸς Κύριον θεὸν ἡμῶν, καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.
20
καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρὰ ὴν συνέταξεν Κύριος τῷ Μωυσῆ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ ἡ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν δοῦναι ἡμῖν γῆν όέουσαν γαλα καὶ μέλι, ὡς ἡ ἡμέρα αὕτη.
21
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν ὧν ἀπέστειλεν πρὸς ἡμᾶς,
22
καὶ ᾠχόμεθα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς ἐργάζεσθαι θεοῖς ἑτέροις, ποιῆσαι τὰ κακὰ κατʼ ὀφθαλμοὺς Κυρίου θεοῦ ἡμῶν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
132 distinct words — each links to every other place it occurs.
ὁthe/this/who80καίand55ἡμεῖςwe24ἐνin/on/among18κύριοςlord: God17αὐτόςit/s/he14υἱόςson11ἡμέραday11πρόςto/with10θεόςGod9ὅςwhich8οὗτοςthis/he/she/it7βασιλεύςking7ΒαβυλώνBabylon6ἹεροσόλυμαJerusalem5πᾶςall5εἰςtoward5γῆearth: planet5ἸούδαςJudas4λαόςa people4ἀπόaway from4λόγοςword3βιβλίονscroll3ἕωςuntil3ἐπίupon/to/against3ἀργύριονmoney3ἱερεύςpriest3ποιέωto do/make: do3περίabout3ὡςas/when3δίδωμιto give3οὐno3πατήρfather3ἀκούωto hear3φωνήvoice/sound: voice3κατάaccording to3καιρόςtime/right time2λαμβάνωto take2ἸεχονίαςJechoniah2κατοικέωto dwell2ἐναντίονin front of2ἕκαστοςeach2ἀποστέλλωto send2μετάwith/after2σκεῦοςvessel2οἶκοςhouse: home2ἐκout from2ἀποστρέφωto turn away2ἄρχωνruler2λέγωto say2ὑμεῖςyou2προσεύχομαιto pray2ζωήlife2ὀφθαλμόςeye2ὑπόby/under: by2σκιάshadow2ἁμαρτάνωto sin2πρόσωπονface2προφήτηςprophet2ἀπειθέωto disobey2ἐξάγωto lead out2κακόςevil/harm: evil2γράφωto writeἔτοςyearπέμπτοςfifthἕβδομοςseventhΧαλδαῖοςChaldeanἐμπίμπρημιto set on fireπῦρfireἀναγινώσκωto readοὖςearἔρχομαιto come/goπρέσβυςan ambassadorμικρόςsmallμέγαςgreatποταμόςriverκλαίωto weepεὔχομαιto pray/wish forσυνάγωto assembleκαθάas/just asχείρhandἐκφέρωto bring/carry outναόςtempleδέκατοςtenthἀργύρεοςsilverἀποικίζωto exileδεσμώτηςprisonerδυνατόςableἄγωto bringἰδούlook!ἀγοράζωto buyὁλοκαύτωμαburnt offeringἁμαρτίαsinλίβανοςfrankincenseμάνναmannaθυσιαστήριονaltarἵναin order that/toοὐρανόςheavenἰσχύςstrengthφωτίζωto illuminateδουλεύωbe a slaveπολύςmuchεὑρίσκωto find/meetχάριςgraceὅτιthat/since: thatθυμόςwrathὀργήwrathἐξαγορεύωto confessἑορτήfestivalω, ὮμέγαOmegaδικαιοσύνηrighteousnessδέthenαἰσχύνηshameἄνθρωποςa humanἔναντιbeforeπρόσταγμαan orderΑἴγυπτοςEgyptσχεδιάζωto act with insufficient careμήnotκολλάωto joinἀράcurseἦνwasσυντάσσωto directΜωϋσῆς, ΜωσῆςMosesπαῖςchildγάλαmilkμέλιhoneyδιάνοιαmindκαρδίαheartπονηρόςevil/badἐργάζομαιto workἕτεροςother