Ancient Bible › Septuagint › 4 Kingdoms (2 Kings)
4 Kingdoms (2 Kings) (Βασιλειῶν Δʹ) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, καὶ παρενέβαλεν ἐπ’ αὐτήν, καὶ ᾠκοδόμησεν ἐπ’ αὐτὴν περίτειχος κύκλῳ.
2
καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου τοῦ τοῦ βασιλέως Σεδεκίου, ἐνάτῃ τοῦ μηνός·
3
καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.
4
καὶ ἐρράγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχέων, ἥ ἐστιν τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ.
5
καὶ ἐπορεύθη ὁδὸν τὴν Ἀραβά, καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν ἐν ἀραβὼθ Ἰερειχώ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ.
6
καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα βασιλέα Ἰερδεβλάθαν· καὶ ἐλάλησεν μετ’ αὐτοῦ κρίσιν.
7
καὶ τοὺς υἱοὺς κίου ἐξετύφλωσεν· καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν εἰς Βαβυλῶνα.
8
Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ, ἑβδόμῃ τοῦ μηνός, αὐτὸς ἐνιαυτὸς τῷ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος, ἦλθεν Να – ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ἰερουσαλήμ.
9
καὶ ἐνέπρησεν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους Ἴερουσαλήμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος.
11
καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πὁλει καὶ τοὺς ἐνπεπτωκότας οἱ ἐνέπεσον πρὸς βασιλέα Βαβυλῶνος καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῆρεν Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος.
12
καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς ταβείν.
13
καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς μεχωνὼθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι, κα ἦραν τὸν χαλκὸν εἰς Βαβυλῶνα.
14
καὶ τοὺς λέβητας καὶ τὰ ἰαμεὶν καὶ τὰς φιάλας καὶ τὰς θυίσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς ἔλαβεν· καὶ τὰ πυρεῖα
15
καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος,
16
στύλους δύο, ἡ θάλασσα ἡ μία, καὶ τὰ μεχωνὼθ ἃ ἐποίησεν Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν.
17
ὀκτὼ καὶ δέκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωθὰρ ἐπ’ αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων σακαχαρθαὶ ἐπὶ τοῦ χωθὰρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῷ γαβαχά.
18
καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραίαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοφονίαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμόν·
19
καὶ ἐκ τῆς πόλεως ἔλαβεν εὐνοῦχον ἕνα ὅς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς, καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πὁλει·
20
καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλάθα.
21
καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος καὶ ἐ αὐτοὺς ἐν Ῥεβλάθα ἐν γῇ Αἱμάθ· καὶ ἀπῳκίσθη Ἰούδας ἐπάνωθεν γῆς αὐτοῦ.
22
καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ Ἰούδα οὓς Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ’ αὐτῶν τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ υἱὸν Σαφάν.
23
Καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν· καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφάθ, καὶ Ἰσμαὴλ υἱὸς Ναθανίου καὶ Ἰωνὰ υἱὸς Καρὴθ καὶ Σαραίας υἱὸς Θανέμαθ ὁ Νεφφαθιείτης καὶ’ Oζονίας υἱὸς τοῦ Ἀχαθεί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.
24
καὶ ὤμοσεν Γοδολίας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν, καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων· καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βασιλεῖ καὶ καλῶς ἔσται ὑμῖν.
25
καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν Μαναὴλ υἱὸς Ναθανίου υἱὸς Ἐλεισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων, καὶ ἄνδρες μετ’ αὐτοῦ· καὶ ἐπάταξεν τὸν Γοδολίαν καὶ ἐπέταξεν τὸν Γοδολίαν καὶ ἀπέθανεν, καὶ τοὺς Ἰουδαίους καὶ τοὺς Χαλδαίους οἳ ἦσαν μετ’ αὐτοῦ εἰς Μασσηφάθ.
26
καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι ἐφόβησαν ἀπὸ προσώπου τῶν Χαλδαίων.
27
ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικεσίας τοῦ Ιωακιμ βασιλέως Ιουδα ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν Ευιλμαρωδαχ βασιλεὺς Βαβυλῶνος ἐν τῷἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν Ιωακιμ βασιλέως Ιουδακαὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ.
28
καὶ ἐλάλησεν μετ’ αὐτοῦ ἀγαθά, καὶ ἔδωκεν τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν Βαβυλῶνι.
29
καὶ ἠλλοίωσεν τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιεν ἄρτον διὰ παντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
30
καὶ ἡ ἑστιατορεία αὐτοῦ ἐστιατορεία διὰ παντός· ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως, λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
156 distinct words — each links to every other place it occurs.
ὁthe/this/who161καίand89αὐτόςit/s/he41βασιλεύςking23ἐνin/on/among22πᾶςall14ΒαβυλώνBabylon11υἱόςson10εἰςtoward9οἶκοςhouse: home9ἐπίupon/to/against8πόλιςcity8γῆearth: planet8ἀνήρman8ἀρχιμάγειροςchief guard7δύναμιςpower6εἰμίto be6λαόςa people6ΧαλδαῖοςChaldean6ὅςwhich5μετάwith/after5λαμβάνωto take5ἔρχομαιto come/go4πρόςto/with4κύριοςlord: God4ἐκout from4ἡμέραday4ἹερουσαλήμJerusalem3κύκλῳsurrounding3ἐπάνωθενabout3μήνmonth3ἕβδομοςseventh3ἀπόaway from3στῦλοςpillar3χάλκεοςbronze3ἸούδαςJudas3ἕωςuntil2οὐno2ἄρτοςbread2ὁδόςroad2ἄγωto bring2λαλέωto speak2ἐνώπιονbefore2ἐμπρήθωto burn2καταλείπωto leave behind2μεχωνώθa base2θάλασσαsea2χαλκόςcopper/bronze/coin2φιάληbowl2σταθμόςa doorpost2ὕψοςheight2εἷςone2τρεῖςThree2πρόσωπονface2καθίστημιto appoint/conduct2ἄρχωνruler2ὅτιthat/since: that2γίνομαιto be2φυλακήprison/watch: prison2δίδωμιto give2θρόνοςthrone2διάthrough/because of2ζωήlife2οἰκοδομέωto buildπερίτειχοςa rampartπεριοχήpassageἑνδέκατοςeleventhἔννατοςninth (hour)ἐνισχύωto strengthenλιμόςhungerἐξέρχομαιto go outνύξnightπύληgateἀνάeachμέσοςmidstκῆποςgardenπορεύωto travelδιώκωto pursueὀπίσωafterἈραβώθwildernessἹεριχώJerichoσυλλαμβάνωto seize/conceive/helpκρίσιςjudgmentδέωto bindπέδηfetterπέμπτοςfifthἐνιαυτόςyearἵστημιto standπερισσόςexcessiveλοιπόςremainingστήριγμαa relianceμεταίρωto leaveπτωχόςpoorαἴρωto take upλέβηςa kettleθυΐσκηan incense panσκευήgearλειτουργέωto ministerπυρεῖονa censerχρύσεοςgoldenἀργύρεοςsilverδύοtwoμίαfirstποιέωto do/make: doΣολομών, ΣαλωμώνSolomonὀκτώeightδέκαtenκατάaccording toδεύτεροςsecondlyἱερεύςpriestπρῶτοςfirstφυλάσσωto keep/guard: observeεὐνοῦχοςeunuchἐπιστάτηςmasterπολεμιστήςa warriorπέντεfiveγραμματεύςscribeἄρχωbe firstἐκτάσσωto arrayἑξήκονταsixtyπαίωto strikeεἰifἀκούωto hearἸωνᾶςJohnὄμνυμιto swearλέγωto sayμήnotφοβέωto fearπάροδοςpassing byκαθίζωto seatδουλεύωbe a slaveκαλῶςwellὑμεῖςyouσπέρμαseed: offspringπατάσσωto strikeἐπιτάσσωto commandἀποθνήσκωto dieἸουδαῖοςJewἀνίστημιto ariseμικρόςsmallμεγάλοςgreatεἰσέρχομαιto enterΑἴγυπτοςEgyptτριακόσιοιthree hundredἔτοςyearἀποικεσίαresettlementδωδέκατοςtwelfthεἰκάςthe twentieth dayὑψόωto lift upβασιλείαkingdomκεφαλήheadἐξάγωto lead outἀγαθόςgoodἱμάτιονclothingἐσθίωto eatλόγοςword