Ancient Bible › Septuagint › 4 Kingdoms (2 Kings)
4 Kingdoms (2 Kings) (Βασιλειῶν Δʹ) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Ἐν ἔτει ἑπτακαιδεκάτῳ Φάκεε υἱοῦ Ῥομελίου ἐβασίλευσεν Ἀχὰζ υἱὸς Ἰωαθὰμ βασιλέως Ἰούδα.
2
υἱὸς εἴκοσι ἐτῶν ἦν Ἀχὰς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου θεοῦ πιστῶς ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.
3
καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέως Ἰσραήλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν πυρὶ καὶ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.
4
καὶ ἐθυσίαζεν καὶ εθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.
5
Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Φάκεε υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἰερουσαλὴμ εἰς πόλεμον καὶ έπολιόρκουν ἐπὶ Ἀχάζ, καὶ οὐκ ἐδύναντο πολεμεῖν.
6
ἐν τῷ καιρῷ ἐκείνῳ ' Ραασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ, καὶ Ἰουδαίους ἐξ Αἰλάθ, καὶ Ἰδουμαῖοι ἦλθον καὶ ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
7
καὶ ἀπέστειλεν ἀχὰζ πρὸς Θαλγαθφελλασὰρ βασιλέα Ἀσσυρίων λέγων Δοῦλός σου καὶ υἱός σου ἐγώ· ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ’ ἐμέ.
8
καὶ ἔλαβεν Ἀχὰζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ βασιλεῖ δῶρα·
9
καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων· καὶ ἀνέβη βασιλεὺς Ασσυρίων εἰς Δαμασκόν, καὶ συνέλαβεν αὐτὴν καὶ α καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν.
10
Καὶ ἐπορεύθη εἰς ἀπαντὴν αὐτοῦ τῷ Θαλγαλφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδεν τὸ θυσιαστήριον ἐν Δαμασκῷ· κα ἀπέστειλεν ὁ βασιλεὺς Ἀχὰζ πρὸς Οὐρείαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ.
11
καὶ ᾠκοδόμησεν Οὐρείας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ Ἀχὰζ ἐκ Δαμασκοῦ.
12
καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιακαὶ ἀνέβη ἐπ’ αὐτό,
13
καὶ ἐθυμίασεν τὴν ὁλοκαύτωσιν αὐτοῦ ὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ, κα προσέχεεν τὸ αἱμα εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον
14
τὸ χαλκοῦν τὸ Κυρίου καὶ προσήγαγεν τὸ πρόσωπον τοῦ οἴκου Κυρίου, ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου Κυρίου, καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βορρᾶν.
15
καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἀχὰζ τῷ Οὐρείᾳ τῷ ἱερεῖ λέγων Ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωινὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν, κα τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν, καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα θυσίας ἐπ’ αὐτὸ προσχεεῖς· ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωί.
16
κ Οὐρείας ὁ ἱερεὺς κατὰ πάντα ὄσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς’
17
καὶ συνέκοψεν ὁ βασιλεὺς τὰ συνκλείσματα τῶν μεχωνὼθ καὶ μετῆρεν ἀπ’ αὐτῶν τὸν λουτῆρα, καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην.
18
καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου, καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν οἴκῳ Κυρίου προσώτου προσώπου βασιλέως Ἀσσυρίων.
19
Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀχὰζ ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ ν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
20
καὶ ἐκοιμήθη Ἀχὰζ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
133 distinct words — each links to every other place it occurs.
ὁthe/this/who83καίand55αὐτόςit/s/he25βασιλεύςking22ἐνin/on/among11ἐπίupon/to/against11ἈχάζAhaz9υἱόςson8κύριοςlord: God8θυσιαστήριονaltar8πᾶςall7εἰςtoward7οἶκοςhouse: home6ἀπόaway from5ἐκout from5ὁλοκαύτωσιςbringing of a whole burnt-offering5θυσίαsacrifice5βασιλεύωto reign4ἸσραήλIsrael4ΣυρίαSyria4ἀποστέλλωto send4ΔαμασκόςDamascus4ἱερεύςpriest4ἔτοςyear3πρόσωπονface3ἀναβαίνωto ascend3ἐγώI/we3κατάaccording to3ὅσοςjust as/how much3αἷμαblood3ἸούδαςJudas2εἰμίto be2οὐno2ποιέωto do/make: do2Δαυείδ, Δαυίδ, ΔαβίδDavid2πατήρfather2πορεύωto travel2ὑποκάτωunder2ἡμέραday2οὗτοςthis/he/she/it2πρόςto/with2λέγωto say2σύyou2χείρhand2ὁράωto see: see2οἰκοδομέωto build2σπονδήa libation2ἀνάeach2μέσοςmidst2ἐντέλλωto order2ἸωάθαμJothamεἴκοσιtwentyἑκκαίδεκαsixteenἹερουσαλήμJerusalemεὐθήςrightὀφθαλμόςeyeθεόςGodπιστόςfaithfulὡςas/whenὁδόςroadγέindeedδιάγωto liveπῦρfireβδέλυγμαabominationἔθνοςGentilesὅςwhichἐξαίρωto expelὑψηλόςhighβουνόςhillξύλονwoodτότεthenἹεροσόλυμαJerusalemπόλεμοςwarδύναμαιbe ableπολεμέωto fightκαιρόςtime/right timeἐκεῖνοςthatἸουδαῖοςJewἸδουμαίαIdumeaἔρχομαιto come/goἐκεῖthereἕωςuntilδοῦλοςslaveσῴζωto saveἐμέmeλαμβάνωto takeἀργύριονmoneyχρυσίονgoldθησαυρόςtreasureδῶρονgiftἀκούωto hearσυλλαμβάνωto seize/conceive/helpα, ἈλφαAlphaἀπαντήmeetΟὐρίαςUriahὁμοίωμαlikenessῥυθμόςa proportionποίησιςhe didι, ΙωθYodεἰρηνικόςpeacefulδεικνύωto showμηρόςthighβορρᾶςthe northμέγαςgreatπροσφέρωto bring toπρωϊνόςmorningλαόςa peopleπρωΐearlyμεχωνώθa baseμεταίρωto leaveλουτήρa bathing tubθάλασσαseaκαθαιρέωto take downβοῦςoxχαλκόςcopper/bronze/coinδίδωμιto giveβάσιςfootλίθινοςstoneθεμέλιοςfoundationκαθέδραseatεἴσοδοςentryἔξωout/outside(r)ἐπιστρέφωto turnλοιπόςremainingλόγοςwordοὐχίnot!γράφωto writeβιβλίονscrollν, ΝουνNunκοιμάωto sleepθάπτωto buryπόλιςcityἀντίfor