Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

3 Kingdoms (1 Kings) 21

Ancient Bible › Septuagint › 3 Kingdoms (1 Kings)

3 Kingdoms (1 Kings) (Βασιλειῶν Γʹ) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Septuagint
3 Kingdoms (1 Kings) 21
Swete's Septuagint · every word parsed
1
Καὶ συνήθροισεν υἱὸς Ἁδὲρ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν, καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ’ αὐτοῦ, καὶ πᾶς ἵππος καὶ ἅρμα. καὶ ἀνέβησαν καὶ περιεκάθιεαν ἐπὶ Σαμάρειαν, καὶ ἐπολέμησαν ἐπ’ αὐτήν.
2
καὶ ἀπέστελιλεν πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ εἰς τὴν πόλιν καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Ἀδέρ
3
Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν.
4
καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ καὶ εἶπεν Καθὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά.
5
καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Ἁδέρ Ἐγὼ ἀπέστρεψα λέγων Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου δώσεις ἐμοί.
6
ὅτι ταύτην τὴν ὤραν αὔριον ἀποστελῶ τοὺς παὶδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σουκαὶ τοὺς οἴκους τῶν παίδων σου. καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν ἐφ’ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται.
7
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὖτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρὸς μὲ περὶ τῶν γυναικῶν μου καὶπερὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου. τὸ ἀργύριον μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ’ αὐτοῦ.
8
καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκούςῃς καὶ μὴ θελήςῃς.
9
καὶ εἶπεν τοῖς ἀγγέλοις υἰοῦ Ἁδέρ Δέγετε τῷ κυρίῳ ὑμῶν Πάντα ὅσα απέσταλκας πρὸςτὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὑ δυνήσομαιποιῆσαι. καὶ ἀπὴραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον.
10
καὶ ἀπέστειλεν πρὸς αὐτὸν υἱὸς Ἁδὲρ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.
11
καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ καὶ εἶπεν Ἱκανούσθω. μὴ καυχάσω ὁ κυρτὸς ὡς ὁ ὁρθός.
12
καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες βασιλεῖς μετ’ αὐτοῦ ἐν σκηναῖς. καὶ εἶπεν τοῖς παιςὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα. καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν.
13
καὶ ἰδοὺ προφήτης εἷς προςῆλθεν τῷ βασιλεῖ Ἰσραὴλ καὶ εἶπεν Τάδε λέγει Κύριος Εἰ ἑόρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.
14
καὶ εἶπεν Ἀχαάβ Ἐν τίνι; καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χορῶν. καὶ εἶπεν Ἀχαάβ Τίς συνάψει τὸν πόλεμον; καὶ εἶπεν Σύ.
15
καὶ ἐπεσκέψατο Ἀχαὰβ τοὺς ἄρχοντας, τὰ παιδάρια τῶν χορῶν, καὶ ἐγένετο διακόσια καἲ τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πᾶν νἱὸν δυνάμεως, ἑξήκοντα.
16
καὶ ἐξῆλθεν μεσημβρίας· καὶ υἱὸς Ἁδὲρ πίνων μεθύων ἐν Σοκχὼθ αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο, βασιλεῖς συνβοηθοὶ μετ’ αὐτοῦ.
17
καὶ ἐξῆλθον ἄρχοντες παιδάια τῶν χορῶν ἐν πρώτοις· καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες Ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας.
18
εἰπεῖν αὐτοῖς, εἰς εἰρήνην, οὐ γὰρ ἐκπορεύονται, συλλαβεῖν αὐτοὺς ζῶντας· καὶ εἰς πόλεμον, ζῶντας συλλαβεῖν αὐτούς·
19
καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως ἄρχοντα τὰ παιδάρια, ἄρχοντα τῶν χορῶν, καὶ ἡ δύναμις ὀπίσω αὐτῶν.
20
ἐπάταξεν ἕκαστος τὸν παρ’ αὐτοῦ, καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ’ αὐτοῦ, καὶ ἔφυγεν Συρία· καὶ κατεδίωξεν αὐτοὺς Ἰσραήλ, καὶ σώζεται υἱὸς Ἁδὲρ βασιλέως Συρίας ἐφ’ ἵππου ἱππέως.
21
καὶ ἐξῆλθεν βασιλεὺς Ἰσραὴλ καὶ ἔλαβεν πα΄ντας τοὺς ἵππους καὶ τὰ ἅρματα, καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ.
22
καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ἰσραὴλ καὶ εἶπεν Κραταιοῦ καὶ γνῶθι καὶ ἴδε τί ποιήσεις, ὄτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ οἱὸς Ἁδὲρ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ.
23
Καὶ οἱ παῖδες βασιλέως Συμιας καὶ εἶπον Θεὸς ὀρέων θεὸς Ἰσραὴλ καὶ οὐ θεὸς κοιλάδος, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲπολεμήσωμεν αὐτοὺς κατ᾽ εὐθύ, εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς.
24
καὶ τὸ ῥῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστονεἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ᾽ αὐτῶν σατράπας,
25
καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾽ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως.
26
καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Ἀφεκα εἰς πόλεμον ἐπὶ Ἰσραηλ.
27
καὶ οἱ υἱοὶ Ἰσραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησεν τὴν γῆν.
28
καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ἰσραηλ Τάδε λέγει κύριος Ἀνθ᾽ ὧν εἶπεν Συρία Θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος.
29
καὶ παρεμβάλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ἰσραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶνμιᾷ ἡμέρᾳ.
30
καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν, καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκοντοῦ κοιτῶνος εἰς τὸ ταμίειον.
31
καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἶδαὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν.
32
καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ἡ ψυχή μου. καὶ εἶπεν Εἰἔτι ζῇ; ἀδελφός μού ἐστιν.
33
καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπονἈδελφός σου υἱὸς Αδερ. καὶ εἶπεν Εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Ἁδέρ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα.
34
καὶ εἶπεν πρὸς αὐτόν Τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην, καὶ ἐξαπέστειλεν αὐτόν.
35
Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸν πληςίον αὐτοῦ ἐν λόγῳ Κυρίου Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν πατάξαι ὁ ἄνθρωπος αὐτόν.
36
καὶ εἶπεν πρὸς αὐτόν Ἀνθ’ ὧν οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου, καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν.
37
καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν Πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος, πατάξας καὶ συνέτριψεν.
38
καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ἰσραὴλ ἐπὶ τῆς ὁδοῦ, καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ.
39
καὶ ἐγένετο ὡς παρεπορεύετο ὁ βασιλέυς, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατείαν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ ἐξήγαγεν πρὸς με ἄνδρα καὶ εἶπεν πρὸς μέ Φύλαξον τοῦτον τὸν ἄνδρα· ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου στήσεις.
40
καὶ ἐγενήθη, περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν, καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ἰσραήλ Ἰδοὺ καὶ τὰ ἔνεδρα παρ ἐμοὶ ἐφόνευσας.
41
καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ἰσραὴλ ὅτι ἐκ τῶν προφητῶν οὗτος.
42
καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἄντὸ τοῦ λαοῦ αὐτοῦ.
43
καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ἰσραὴλ συνκεχυμένος καὶ ἐκλελυμένος, καὶ ἔρχεται εἰς Σαμάρειαν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

214 distinct words — each links to every other place it occurs.

καίand165ὁthe/this/who140αὐτόςit/s/he60λέγωto say32βασιλεύςking28σύyou27ἐγώI/we25ἸσραήλIsrael22πρόςto/with18ἐπίupon/to/against16υἱόςson15οὗτοςthis/he/she/it15εἰςtoward13ἐνin/on/among12κύριοςlord: God11εἰμίto be10πᾶςall9ΣυρίαSyria9ὅδεthis8οὐno8ἀνήρman8θεόςGod8εἶπονto say8ὅτιthat/since: that7ἐκout from7πατάσσωto strike7δύναμιςpower6ΣαμάρειαSamaria6ἐξέρχομαιto go out6ψυχήsoul6ἵπποςhorse5ἅρμαchariot5πόλιςcity5δήso5λαόςa people5μήnot5ἰδούlook!5προφήτηςprophet5πόλεμοςwar5κατάaccording to5ἀντίfor5ἄνθρωποςa human5ἀναβαίνωto ascend4μετάwith/after4ἀργύριονmoney4ἀποστέλλωto send4παῖςchild4ὅςwhich4χείρhand4λαμβάνωto take4γινώσκωto know4ἀπόaway from4δοῦλοςslave4ποιέωto do/make: do4λόγοςword4εἰif4γίγνομαιbe born4τίθημιto place4ἄρχωνruler4χορόςa dance4παράfrom/with/beside4τριάκονταthirty3δύοtwo3χρυσίονgold3ἐμόςmine3γυνήwoman3ἀποκρίνωto answer3σόςyour3δίδωμιto give3ὀφθαλμόςeye3ἐπιστρέφωto turn3προσέρχομαιto come near/agree3μέγαςgreat3παιδάριονboy3ἐπισκέπτομαιto visit/care for3ζῶlife3ἕκαστοςeach3φεύγωto flee3ὑπέρabove/for3ἡμέραday3ἡμεῖςwe3πατήρfather3πολεμέωto fight2καθώςas/just as2ἄγγελοςangel2οἶκοςhouse: home2πρέσβυςan ambassador2ὁράωto see: see2μέme2περίabout2πρότεροςbefore2δέthen2ῥῆμαdeclaration2ὡςas/when2πίνωto drink2χάραξbarricade2εἷςone2τιςone2συλλαμβάνωto seize/conceive/help2ἐνιαυτόςyear2ὄροςmountain2ἐάνif2εὐθύςStraight2πίπτωto collapse2ἀκούωto hear2φωνήvoice/sound: voice2ἑπτάseven2χιλιάςthousand2κατάλοιποςremaining2εἰσέρχομαιto enter2σάκκοςsackcloth2ὀσφῦςloins2σχοινίονrope2κεφαλήhead2διαθήκηcovenant2ἐξαποστέλλωto send out/away2λέωνlion2ἀπέρχομαιto go away2εὑρίσκωto find/meet2τελαμώνa ligature2γίνομαιto be2ὧδεhere2τέκνονchildἀποστρέφωto turn awayὥραhourαὔριονtomorrowἐπιθύμημαdesireἄνifἐπιβάλλωto put on/seizeκαλέωto call: callκακίαevilζητέωto seekθυγάτηρdaughterὑμεῖςyouὅσοςjust as/how muchἐκποιέωto furnishχοῦςa coosπεζόςon footκυρτόςhumpbackὀρθόςuprightὅτεwhenσκηνήtentοἰκοδομέωto buildὄχλοςcrowdσήμερονtodayτίςwhich?συνάπτωto join togetherδιακόσιοιtwo hundredἑξήκονταsixtyμεσημβρίαnoon/southμεθύωto get drunkἄρχωbe firstἀπαγγέλλωto announceεἰρήνηpeaceγάρforἐκπορεύωto departὀπίσωafterκαταδιώκωto seekσῴζωto saveἱππεύςhorsemanπληγήplague/blow/woundκραταιόςmightyοἷοςsuch asδιάthrough/because ofκραταιόωto strengthenτόποςplaceσατράπηςsatrapοὕτωςthus(-ly)παραγίνομαιto comeἀπαντήmeetπαρεμβάλλωto encampἐναντίοςhostileὡσείlike/as/aboutποίμνιονflockαἴξa goatγῆearth: planetἀπέναντιoppositeἕβδομοςseventhπροσάγωto bring nearἑκατόνhundredτεῖχοςwallεἴκοσιtwentyκοιτώνbedroom/chamberlainταμιεῖονchamber, closetἔλεοςmercyἐπιτίθημιto put/lay onπῶςhow?!ζωογονέωto give lifeζέωbe ferventἀδελφόςbrotherσπεύδωto hastenστόμαmouthἀναβιβάζωto pull upἀποδίδωμιto payἔξοδοςdepartureσεαυτοῦyourselfΔαμασκόςDamascusδιατίθημιto make a covenantπλησίονnear/neighborἐθέλωbe willingἀποτρέχωto run fromἄλλοςanotherπορεύωto travelἵστημιto standὁδόςroadστρατείαwarfareἐξάγωto lead outἤorτάλαντονtalentἐνέδραplot/ambushἀφαιρέωto removeδιότιbecauseὀλέθριοςperniciousἔρχομαιto come/go
Scroll to Top