Ancient Bible › Septuagint › 1 Kingdoms (1 Samuel)
1 Kingdoms (1 Samuel) (Βασιλειῶν Αʹ) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.
Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
1
Καὶ ἔρχεται Δαυεὶδ εἰς Νομᾶ πρὸς Ἀβιμέλεχ τὸν ἱερέα· καὶ ἐξέστη Ἀβειμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ;
2
καὶ εἶπεν Δαυεὶδ τῷ ἱερεῖ Ὁ ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέν μοι Μηδεὶς γνώτω τὸ ῥ’ περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι. καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανεὶ Μαεμωνεί.
3
καὶ νῦν εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι; δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν.
4
καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυεὶδ καὶ εἶπεν οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ’ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται.
5
καὶ ἀπεκρίθη Δαυεὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῶ Ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα. καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος; διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου.
6
καὶ ἔδωκεν αὐτῷ Ἀβειμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτοι, ὅτι ἀλλ’ ἢ ἄρτοι τοῦ προσώπου, οἱ ἀφῃρημένοι ἐκ προσώπου κυρίου παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.
7
καὶ ἐκεῖ ἦν ἕλ’ τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος Νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ ὁ Σύρος, νέμων τὰς ἡμιόνους Σαούλ.
8
καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβειμέλεχ ἴδε εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία, ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ τοῦ βασιλέως κατὰ σπουδήν.
9
καὶ εἶπεν ὁ ἱερεύς ἰδοὺ ἡ ία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλά· καὶ αὐτὴ ἐνειλημένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήμψῃ, σεαυτῷ λάβε, ὅτι οὐκ ἔστιν ἑτέρα παρὲξ ταύτης ἐνταῦθα. καὶ εἶπεν Δαυείδ ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν.
10
καὶ ἔδωκεν αὐτήν αὐτῷ· καὶ ἀνέστη Δαυεὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ. καὶ ἦλθεν Δαυεὶδ πρὸς Ἀγχοῦς βασιλέα Γέθ·
11
καὶ εἶπαν οἱ παῖδες ᾿ Αγχοὺς πρὸς αὐτόν οὐχὶ οὗτος Δαυεὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι Ἐπάταξεν Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυεὶδ ἰδ’ ἐν μυριάσιν αὐτοῦ;
12
καὶ ἔθετο Δαυεὶδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου ᾿ Αγχοὺς βασιλέως Γέθ.
13
καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ.
14
καὶ εἶπεν ᾿ Αγχοὺς πρὸς τοὺς παῖδας αὐτοῦ Ἴδου ἴδετε ἄνδρα ἐπίλημπτον· ἵνα τί εἰσηγάγετε αὐτὸν πρὸς μέ;
15
ἐλαττοῦμαι ἐπιλήμπτων ἐγώ, ὅτι εἰσαγιόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρὸς μέ; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
119 distinct words — each links to every other place it occurs.
ὁthe/this/who55καίand39αὐτόςit/s/he22ἐνin/on/among12Δαυείδ, Δαυίδ, ΔαβίδDavid11ἐγώI/we11εἰμίto be11λέγωto say8ὅτιthat/since: that8πρόςto/with7ἄρτοςbread7ἱερεύςpriest6σύyou6χείρhand6οὐno6ὅςwhich5ἡμέραday5πρόσωπονface5εἰςtoward4παιδάριονboy4δίδωμιto give4βασιλεύςking4ὑπόby/under: by3ἀλλάbut3ἤor3εἰif3ἀπόaway from3εἶπονto say3λαμβάνωto take3ἐκεῖνοςthat3ἰδούlook!3οὗτοςthis/he/she/it3ἐπίupon/to/against3ἔρχομαιto come/go2τιςone2ῥῆμαdeclaration2σήμερονtoday2ἀποκρίνωto answer2γυνήwoman2ὁδόςroad2σκευήgear2ἐκεῖthere2ἐκout from2κύριοςlord: God2ΣαῦλοςSaul2ἐνώπιονbefore2ΣαούλSaul2ὁράωto see: see2ἐνταῦθαhere2ῥομφαίαsword2παῖςchild2οὐχίnot!2θύραdoor2μέme2ἐξίστημιto amazeἀπαντάωto meetμόνοςaloneοὐθείςnoneμετάwith/afterμηδείςnothingγινώσκωto knowρ, ΡηςReshπερίaboutἀποστέλλωto sendὑπέρabove/forτόποςplaceθεόςGodπίστιςfaithνῦνnowπέντεfiveφαγεῖνto eatἐχθέςyesterdayτρίτοςthirdἐξέρχομαιto go outπᾶςallβέβηλοςprofaneδιότιbecauseδιάthrough/because ofπρόθεσιςpurposeπαρατίθημιto set beforeθερμόςhotσυνέχωto hold/oppressὄνομαnameΣύροςSyrianνέμωto feedἡμίονοςthe muleδόρυa wooden spearκατάaccording toσπουδήdiligenceἀλλόφυλοςforeignἱμάτιονclothingταύτῃherσεαυτοῦyourselfἕτεροςotherπάρεξbesidesὥσπερjust asἀνίστημιto ariseφεύγωto fleeγῆearth: planetτούτῳto thisἐξάρχωto originateχορεύωto join in a danceχιλιάςthousandμυριάςmyriadτίθημιto placeκαρδίαheartφοβέωto fearσφόδραveryπροσποιέωto pretendπόλιςcityπαραφέρωto take awayπίπτωto collapseπύληgateσίελονsalivaπώγωνa beardἀνήρmanἵναin order that/toεἰσέρχομαιto enterοἰκίαhome