Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Tobit 2

Tobit (Τωβίτ) — received as Scripture by Catholics and Orthodox but not in the Hebrew canon — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Deuterocanon
Tobit 2
Swete's Septuagint · every word parsed
1
Ὅτε δὲ κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι Ἅννα ἡ γυνὴ μου καὶ Τωβίας ὁ υἱός μου, ἐν τῇ πεντηκοστῇ ἑορτῇ ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων, ἐγενήθη ἄριστον καλόν μοι· ἀνέπεσα τοῦ φαγεῖν.
2
καὶ ἐθεασάμην ὄψα πολλά, καὶ εἶπα τῷ υἱῷ μου Βάδισον καὶ ἄγαγε ὃν ἐὰν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ ὃς μέμνηται τοῦ κυρίου, καὶ ἰδοὺ μένω σε.
3
καὶ ἐλθὼν εἶπεν Πάτερ, εἰς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορῷ.
4
κἀ γὼ πρὶν ἢ γεύσασθαί με ἀναπηδήσας ( 4) ἀνειλόμην αὐτὸν εἰς τι οἴκημα ἕως οὗ ἔδυ ὁ ἥλιος.
5
καὶ ἐπιστρέψας ἐλουσάμην, καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπῃ·
6
καὶ ἐμνήσθην τῆς προφητείας Ἀμώς, καθὼς εἶπεν Στραφήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένθος, καὶ πᾶσαι αἱ εὐφροσύναι ὑμῶν εἰς θρῆνον.
7
καὶ ἔκλαυσα. ( 7) καὶ ὅτε ἔδυ ὁ ἥλιος. ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν.
8
καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες Οὐκέτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου· καὶ ἀπέδρα, καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς.
9
καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα θάψας, καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς, καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν.
10
καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστίν· καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων, ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου· καὶ ἐπορεύθην πρὸς ἰατρούς, καὶ οὐκ ὠφέλησάν με· Ἀχιάχαρος δὲ ἔτρεφέν με ἕως οὗ ἐπορεύθην εἰς τὴν Ἐλλυμαίδα.
11
Καὶ ἡ γυνή μου Ἅννα ἠριθεύετο ἐν τοῖς γυναικείοις·
12
καὶ ἀπέστελλε τοῖς κυρίοις, καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισθόν, προσδόντες καὶ ἔριφον.
13
ὅτε δὲ ἦλθεν πρὸς μέ, ἤρξατο κράζειν· καὶ εἶπα αὐτῇ Πόθεν τὸ ἐρίφιον; μὴ κλεψιμαῖόν ἐστιν; ἀπόδος αὐτὸ τοῖς κυρίοις· οὐ γὰρ θεμιτόν ἐστιν φαγεῖν κλεψιμαῖον.
14
ἡ δὲ εἶπεν Δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ, καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις, καὶ ἠρυθρίων πρὸς αὐτήν· ( ²²) ἡ δὲ ἀποκριθεῖσα εἶπέν μοι Ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

113 distinct words — each links to every other place it occurs.

ὁthe/this/who41καίand35ἐγώI/we19αὐτόςit/s/he10εἰςtoward8λέγωto say7ἐνin/on/among6εἰμίto be6δέthen5ὅςwhich5κύριοςlord: God4σύyou4οὐno4ὅτεwhen3ἐσθίωto eat3ἰδούlook!3θάπτωto bury3ὀφθαλμόςeye3πρόςto/with3ἌνναAnna2γυνήwoman2υἱόςson2ἑορτήfestival2γίγνομαιbe born2ἡμεῖςwe2μιμνήσκωto remember2ἔρχομαιto come/go2ἕωςuntil2ἥλιοςsun2ὑμεῖςyou2πᾶςall2τοῖχοςwall2στρουθίονsparrow2πορεύωto travel2μισθόςwage2ἀποδίδωμιto pay2κατέρχομαιto descendοἶκοςhouse: homeπεντηκοστήPentecostἅγιοςholyἑπτάsevenἑβδομάςa period of sevenἄριστονearly mealκαλόςgoodπολύςmuchἄγωto bringἄνifεὑρίσκωto find/meetἀδελφόςbrotherἐνδεήςimpoverishedμένωto stayπατήρfatherἐκout fromγένοςfamily: descendantῥίπτωto throw/lay downπρίνbeforeἤorἀνίστημιto ariseἀναιρέωto killτιςoneοἴκημαcellἐπιστρέφωto turnλούωto washἄρτοςbreadλύπηgriefπροφητείαprophecyἈμώςAmosκαθώςas/just asστρέφωto turnπένθοςgriefεὐφροσύνηjoyθρῆνοςlamentationὀρύσσωto digπλησίονnear/neighborοὐκέτιnot any moreφοβέωto fearφονεύωto murderπερίaboutπρᾶγμαthingοὗτοςthis/he/she/itἀποδιδράσκωto run awayπάλινagainνεκρόςdeadνύξnightπαράfrom/with/besideαὐλήpalace/courtyardπρόσωπονfaceἀκάλυπτοςuncovered, unveiledοἶδαto knowὅτιthat/since: thatθερμόςhotἰατρόςphysicianγυναικεῖοςfeminineἀποστέλλωto sendπροσδίδωμιto give in additionἔριφοςa goatἄρχωbe firstκράζωto cryπόθενwhenceἐρίφιονa goatμήnotγάρforεἶπονto sayδῶρονgiftδίδωμιto giveἐπίupon/to/againstπιστεύωto trust (in)ἀποκρίνωto answerποῦwhere?ἐλεημοσύνηcharityδικαιοσύνηrighteousnessγνωστός, γνώριμοςacquainted withμετάwith/after
Scroll to Top