Ancient Bible › Septuagint › Obadiah (LXX)
Obadiah (LXX) Ὀβδιού — 1 chapter, every word parsed.
Machine-parsed. The morphology in this work was assigned automatically, not by an editor. Useful for reading; not to be cited as an authority.
Edition. Swete’s Septuagint.
Greek · Septuagint
Obadiah (LXX) 1
Swete's Septuagint · every word parsed
1
Τάδε λέγει Κύριος ὁ θεὸς τῇ Ἰδουμαίᾳ Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπʼ αὐτὴν εἰς πόλεμον.
2
ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα·
3
ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν· ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ Τίς με κατάξει ἐπὶ τὴν γῆν;
4
ἐὰν μετεωρισθῇς ὡς ἀετός, καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.
5
εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός, ποῦ ἂν ἀπερρίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδας;
6
πῶς ἐξηρευνήθη Ἠσοὺ καὶ κατελήμφθη αὐτοῦ τὰ κεκριυμμένα.
7
ἕως τῶν ὁρίων ἐξαπέστειλάν σε· πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι, ἡδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου, ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστιν σύνεσις αὐτοῖς.
8
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἠσού·
9
καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμάν, ὅπαως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἠσαύ·
10
διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν ἀδελφοῦ σου Ἰακὼβ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα.
11
Ἀφʼ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέραις αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἰερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἧς ὡς εἷς ἐξ αὐτῶν.
12
καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῆς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλίας αὐτῶν, καὶ μὴ μεγαλορημονῆς ἐν ἡμέρᾳ θλίψεως·
13
μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν, μηδέ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτάων ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, μηδἐ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλίας αὐτῶν·
14
μηδὲ ἐπιστῆς ἐπὶ τὰς διεκβολὰς αὐτοῦ ἐξολεθρεῦσαι τοὺς ἀνασωζομένους αὐτοῦ, μηδέ συγκλείσῃς τοὺς φεύγοντας αὐτοῦ ἐν ἡμέρᾳ θλίψεως.
15
διότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου·
16
διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται καὶ καταβήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες.
17
Ἐν δὲ τῷ ὄρει Σειὼν ἔσται σωτηρία, καὶ ἔσται ἅγιονʼ καὶ κατακληρονομήσουσιν ὁ οἵκος Ἰακὼβ τοὺς κατακληρονομήσαντας αὐτούς.
18
καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ, ὁ δὲ οἶκος Ἰωσὴφ φλόξ, ὁ δὲ οἶκος Ἠσαύ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς, καὶ οὐκ ἔσται πυροφόρος τῷ οἴκῳ Ἠσαύ, διότι Κύριος ἐλάλησεν.
19
καὶ κατακληρονομήσουσιν οἱ ἐν Νάγεβ τὸ ὄρος τὸ Ἠσαύ, καὶ οἱ ἐν τῇ Σεφηλὰ τοὺς ἀλλοφύλους· καὶ κατακληρονομήσουσιν τὸ ὄρος Ἐφράιμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμεὶν καὶ τὴν Γαλααδεῖτιν.
20
καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη· τοῖς υἱοῖς Ἰσραήλ, γῆ τῶν Χαναναίων ἕως Σαρέπτων, καὶ ἡ μετοικεσία Ἰερουσαλὴμ ἕως Ἐφράθα· κληρονομήσουσιν τὰς πόλεις τοῦ Νάγεβ.
21
καὶ ἀναβήσονται ἀνασωζόμενοι ἐξ ὄρους Σειὼν τοῦ ἐκδικῆσαι τὸ ὄρος Ἠσαύ, καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).
The words of this chapter
151 distinct words — each links to every other place it occurs.
ὁthe/this/who58καίand34σύyou23αὐτόςit/s/he20ἐνin/on/among15ἡμέραday12εἰμίto be9εἰςtoward8ἐπίupon/to/against8ὄροςmountain8κύριοςlord: God7ἐκout from7οὐno5ἨσαῦEsau5μηδέnor5οἶκοςhouse: home5λέγωto say4εἰσέρχομαιto enter4ὅςwhich4κατακληρονομέωto allot4ἔθνοςGentiles3πρόςto/with3ἄνif3ἕωςuntil3ἸακώβJacob3μήnot3διότιbecause3δέthen3ἸδουμαίαIdumea2καρδίαheart2ἐγώI/we2κατάγωto bring down2γῆearth: planet2ἐάνif2ὡςas/when2τίθημιto place2εἰif2πᾶςall2ἀνήρman2σύνεσιςunderstanding2ἀδελφόςbrother2δύναμιςpower2ἀλλότριοςanother’s2πύληgate2ἹεροσόλυμαJerusalem2υἱόςson2ἀπώλειαdestruction2θλῖψιςpressure2τρόποςway2σείωto shake2μετοικεσίαdeportation2ὅδεthisθεόςGodἀκοήhearingἀκούωto hearπαράfrom/with/besideπεριοχήpassageἐξαποστέλλωto send out/awayπόλεμοςwarἰδούlook!ὀλιγοστόςvery fewσφόδραveryὑπερηφανίαprideκατασκηνόωto dwellὀπήholeπέτραrockὑψόωto lift upκατοικίαdwellingτιςoneμετεωρίζωto worryἀετόςeagleἀνάeachμέσοςmidstἄστρονstarνοσσιάchickἐκεῖθενfrom thereκλέπτηςthiefἤorλῃστήςrobber/rebelνύξnightποῦwhere?κλέπτωto stealἱκανόςsufficientἑαυτοῦthemselfτρυγητόςa gathering of cropsἐπιφυλλίςa gleaningπῶςhow?!καταλαμβάνωto graspὅριονregionδιαθήκηcovenantεἰρηνικόςpeacefulἐνέδραplot/ambushὑποκάτωunderἐκεῖνοςthatσοφόςwiseπτοέωto frightenμαχητήςa warriorἐξαίρωto expelἄνθρωποςa humanδιάthrough/because ofσφαγήslaughterἀσέβειαungodlinessnessκαλύπτωto coverαἰσχύνηshameαἰώνan age: ageἀπόaway fromἐναντίοςhostileαἰχμαλωτεύωto take captiveἀλλογενήςforeignβάλλωto throw: throwκλῆροςlotεἷςoneἐπιχαρήςgratifyingἸούδαςJudasλαόςa peopleπόνοςtravailσυναγωγήsynagogueὄλεθροςdestructiveσυνεπιτίθημιto join in making an attackδιεκβολήa mountain passἐξολεθρεύωto destroyσυγκλείωto confineφεύγωto fleeἐγγύςnearποιέωto do/make: doοὕτωςthus(-ly)ἀνταπόδομαrepaymentἀνταποδίδωμιto repayκεφαλήheadἅγιοςholyκαθώςas/just asὑπάρχωbe alreadyσωτηρίαsalvationπῦρfireἸωσήφJosephφλόξflameκαλάμηstraw/stubbleπυροφόροςa wheat harvestλαλέωto speakἀλλόφυλοςforeignἘφραίμEphraimπεδίονa plainΣαμάρειαSamariaΒενιαμίνBenjaminἀρχήbeginningοὗτοςthis/he/she/itἸσραήλIsraelκληρονομέωto inheritπόλιςcityἐκδικέωto avengeβασιλείαkingdom