Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

John 15

John 15 in the Greek of Nestle 1904. John is one of the four Gospels.

Greek · Gospels
John 15
Nestle 1904 · every word parsed
1
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.
2
πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ.
3
ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·
4
μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε.
5
ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
6
ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν, καὶ καίεται.
7
ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμῖν.
8
ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γενήσεσθε ἐμοὶ μαθηταί.
9
καθὼς ἠγάπησέν με ὁ Πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
10
ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τοῦ Πατρός μου τὰς ἐντολὰς τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
11
Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
12
αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.
13
μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
14
ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν.
15
οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου ἐγνώρισα ὑμῖν.
16
οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν.
17
ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.
18
Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.
19
εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
20
μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.
21
ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με.
22
εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν.
23
ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ.
24
εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν Πατέρα μου.
25
ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι Ἐμίσησάν με δωρεάν.
26
Ὅταν ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·
27
καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

120 distinct words — each links to every other place it occurs.

ὁthe/this/who62ἐγώI/we38σύyou33καίand23ἐνin/on/among18αὐτόςit/s/he13εἰμίto be11μένωto stay11πατήρfather10οὐno10ἵναin order that/to9ὅςwhich9καρπόςfruit8οὗτοςthis/he/she/it8ὅτιthat/since: that8φέρωto bear/lead7ἐάνif7μισέωto hate7μήnot6ποιέωto do/make: do6εἰif6κόσμοςworld6ἀγαπάωto love5δέthen5πᾶςall4κλῆμαbranch4λόγοςword4καθώςas/just as4ἐμόςmine4ἀγάπηlove4τηρέωto keep: observe4ἔχωto have/be4ἀλλάbut4ἄμπελοςvine3πολύςmuch3διάthrough/because of3λαλέωto speak3κἀγώand I3οὐδείςnone3τιςone3ἐντολήcommandment3φίλοςfriendly/friend3δοῦλοςslave3παράfrom/with/beside3ἐκλέγωto select3ἐκout from3ἁμαρτίαsin3δύναμαιbe able2ἀπόaway from2βάλλωto throw: throw2εἰςtoward2αἰτέωto ask2γίνομαιto be2χαράjoy2πληρόωto fulfill2ἀλλήλωνone another2μέγαςgreat2τίθημιto place2ἐντέλλωto order2λέγωto say2εἴδωto perceive: understand2κύριοςlord: God2ἄνif2ὄνομαname2διώκωto pursue2πέμπωto send2ἔρχομαιto come/go2νῦνnow2περίabout2μαρτυρέωto testify2ἀληθινόςtrueγεωργόςfarmerαἴρωto take upκαθαίρωto pruneἤδηalreadyκαθαρόςcleanἑαυτοῦthemselfοὕτωςthus(-ly)οὐδέnorχωρίςwithoutἔξωout/outside(r)ὡςas/whenξηραίνωto dryσυνάγωto assembleπῦρfireκαίωto kindle/burnῥῆμαdeclarationθέλωto will/desireδοξάζωto glorifyμαθητήςdiscipleψυχήsoulὑπέρabove/forοὐκέτιnot any moreτίςwhich?ἐρῶto sayἀκούωto hearγνωρίζωto make knownὑπάγωto goδίδωμιto giveγινώσκωto knowπρῶτονfirstἴδιοςone's own/privateφιλέωto loveμνημονεύωto rememberὑμέτεροςyourπρόφασιςpretenseἔργονworkἄλλοςanotherὁράωto see: seeνόμοςlawγράφωto writeδωρεάνfreelyὅτανwhen(-ever)παράκλητοςcounsellorπνεῦμαspirit/breath: spiritἀλήθειαtruthἐκπορεύωto departἐκεῖνοςthatἀρχήbeginningμετάwith/after
Scroll to Top