Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

Haggai (LXX) 2

Haggai (Ἀγγαῖος) — the Septuagint translation of the Hebrew book — in the Greek of Swete’s edition.

Machine-parsed. The lemma and grammar on this page were assigned by software, not by an editor: useful for reading, not to be cited as an authority.
Greek · Septuagint
Haggai (LXX) 2
Swete's Septuagint · every word parsed
1
Τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρίου τοῦ βασιλέως ( 1) τῷ μηνὶ τῷ ἑβδόμῳ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν Κύριος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων
2
Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων
3
Τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν.
4
§ 4καὶ νῦν κατίσχυε, Ζοροβα – βέλ, λέγει Κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε· διότι μεθʼ ὑμῶν ἐγὼ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ,
5
καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε.
6
διότι λέγει Κύριος ΙΙαντοκράτωρ Ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν,
7
καὶ συνσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν· καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος Παντοκράτωρ.
8
ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος αντοκράτωρ.
9
διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπέρ τὴν πρώτην, λέγει Κύριος Παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος Πfαντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸυ ναὸν τοῦτον.
10
Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ Δαρίου ἐγένετο λόγος Κυρίου πρὸς Ἀγγαῖον τὸν προφήτην λέγων
11
Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων
12
Ἐὸν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ, καὶ ἄψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἡ ἑψέματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν Οὔ.
13
καὶ εἶπεν Ἁγγαῖος Ἐὰν ἅψηται μεμιαμμένος ἀκάθαρτος ἐπὶ ψυχῇ ἐπὶ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν Μιανθήσεται.
14
καὶ ἀπεκρίθη Ἁγγαῖος καὶ εἶπεν Οὕτως ὁ λαὸς οὗτος, καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας.
15
καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω, πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθου ἐν τῷ ναῷ Κυρίου,
16
τίνες ἦτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένετο κριθῆς δέκα σάτα, καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι.
17
ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ, πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρὸς μέ, λέγει Κύριος.
18
ὑποτάξατε δὴ τὰς καρδίαςὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐυάτου μηνός, καὶ ἀπὸ τῆς ἡμέρας ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν,
19
εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἃλω, καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥοὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν· ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.
20
Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἁγγαῖον τὸν πρὸφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων
21
Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα λέγων Ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν,
22
καὶ καταστρέψω θρόνους βασιλέων, καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν, καὶ καταστρέψω ἄρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάτοι αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.
23
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, λήμψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν δοῦλόν μου, λέγει Κύριος. καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σέ ᾑρέτισα, λέγει Κύριος Παντοκράτωρ.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Swete, The Old Testament in Greek (Cambridge, 1896–1905), public domain, supplied by Open Greek and Latin (CC BY-SA 4.0). The morphological analysis on this page was generated by Ancient Bible using odyCy and has not been checked by a human editor. Dictionary: Abbott-Smith; Liddell-Scott-Jones via STEP Bible (CC BY 4.0).

The words of this chapter

162 distinct words — each links to every other place it occurs.

ὁthe/this/who96καίand58λέγωto say24κύριοςlord: God19ἐνin/on/among13οὗτοςthis/he/she/it11ὑμεῖςyou10πᾶςall9αὐτόςit/s/he9πρόςto/with8ἐγώI/we7ἐπίupon/to/against6παντοκράτωρalmighty6ἀπόaway from6εἰκάςthe twentieth day5ἱερεύςpriest5ἡμέραday5τετράςfourth4ΖοροβάβελZerubbabel4ἐκout from4οὐno4διότιbecause4εἰμίto be4ἔθνοςGentiles4εἰςtoward4γίγνομαιbe born4εἰif4τίθημιto place4δεύτεροςsecondly3βασιλεύςking3χείρhand3προφήτηςprophet3δήso3ΣαλαθιήλShealtiel3μέγαςgreat3λαόςa people3ὅςwhich3οἶκοςhouse: home3δόξαglory3νῦνnow3κατισχύωto prevail3γῆearth: planet3ναόςtemple3ἤor3ἀποκρίνωto answer3μιαίνωto stain3οὕτωςthus(-ly)3καρδίαheart3σύyou3ἔτοςyear2φυλήtribe2ἸούδαςJudas2ἸησοῦςJesus2τιςone2ἐνώπιονbefore2ἔτιstill2σείωto shake2οὐρανόςheaven2θάλασσαsea2ξηρόςdried up/withered2ἐμόςmine2εἰρήνηpeace2ψυχήsoul2λόγοςword2ἄκρονend2ἱμάτιονclothing2ἅπτωto touch2εἶπονto say2ἔργονwork2λίθοςstone2κριθήbarley2εἴκοσιtwenty2σάτονseah2καταστρέφωto overturn2ἀναβάτηςa rider2ἐκτόςoutside/exceptμήνmonthἕβδομοςseventhεἷςoneλαλέωto speakκατάλοιποςremainingὁράωto see: seeἔμπροσθενbeforeπῶςhow?!βλέπωto seeκαθώςas/just asὑπάρχωbe alreadyποιέωto do/make: doμετάwith/afterπνεῦμαspirit/breath: spiritἐφίστημιto approachμέσοςmidstθαρσέωtake heartἅπαξonceἥκωto come/be presentἐκλεκτόςselectἀργύριονmoneyχρυσίονgoldἔσχατοςlast/leastὑπέρabove/forπρῶτοςfirstτόποςplaceδίδωμιto giveπεριποίησιςacquiringκτίζωto createτοῦhisὅδεthisἐπερωτάωto questionνόμοςlawλαμβάνωto takeἄνθρωποςa humanκρέαςmeatἅγιοςholyἄρτοςbreadοἶνοςwineἔλαιονolive oilβρῶμαfoodἐάνifἀκάθαρτοςuncleanἄνifἐγγίζωto come nearἐκεῖthereἕνεκαbecause ofὀρθρινόςdawnπρόσωπονfaceπόνοςtravailπύληgateἐλέγχωto rebukeὑπεράνωaboveπρόbeforeὅτεwhenκυψέληa granaryδέκαtenὑπολήνιονtroughπεντήκονταfiftyμετρητήςmeasureἀφορίαnon-productivityἀνεμοφθορίαwind-blownχάλαζαhailἐπιστρέφωto turnὑποτάσσωto subjectἐπέκειναbeyondἄμπελοςvineσυκῆfig treeῥόαa pomegranateξύλονwoodἐλαίαolive treeφέρωto bear/leadκαρπόςfruitεὐλογέωto praise/blessθρόνοςthroneδύναμιςpowerἅρμαchariotἵπποςhorseἕκαστοςeachῥομφαίαswordἀδελφόςbrotherἐκεῖνοςthatδοῦλοςslaveὡςas/whenσφραγίςsealαἱρετίζωto choose
Scroll to Top