Ancient Bible
The Hebrew, Aramaic and Greek Scriptures — every word parsed, every form defined

2 John

2 John — 1 chapter, every word parsed.

Edition. Nestle 1904.
Greek · General Letters
2 John 1
Nestle 1904 · every word parsed
1
Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
2
διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ’ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα.
3
ἔσται μεθ’ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ Θεοῦ Πατρός, καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4
Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ Πατρός.
5
καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινὴν, ἀλλὰ ἣν εἴχαμεν ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
6
καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ἡ ἐντολή ἐστιν, καθὼς ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
7
ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
8
βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσητε ἃ ἠργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε.
9
πᾶς ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ, οὗτος καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχει.
10
εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
11
ὁ λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12
Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν πεπληρωμένη ᾖ.
13
Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς.
Click or tap any word for its parse and dictionary entry. ← and → move between chapters.
Text: Nestle, Novum Testamentum Graece, 1904 (public domain). Morphology: Ulrik Sandborg-Petersen via biblicalhumanities.org (CC0). Dictionary: Abbott-Smith, A Manual Greek Lexicon of the New Testament. Grammatical descriptions: STEP Bible, Tyndale House Cambridge (CC BY 4.0).

The words of this chapter

95 distinct words — each links to every other place it occurs.

ὁthe/this/who33καίand16ἐνin/on/among8σύyou8αὐτόςit/s/he7ἐγώI/we6εἰμίto be6ἀλήθειαtruth5οὐno5ἵναin order that/to5οὗτοςthis/he/she/it5μήnot5ἀλλάbut4πατήρfather4ἐντολήcommandment4ἔχωto have/be4τέκνονchild3ὅςwhich3μένωto stay3εἰςtoward3παράfrom/with/beside3ΧριστόςChrist3χαίρωto rejoice3περιπατέωto walk3διδαχήteaching3πρόςto/with3ἐκλεκτόςselect2Κυρίαlady2ἀγαπάωto love2πᾶςall2διάthrough/because of2μετάwith/after2θεόςGod2ἸησοῦςJesus2υἱόςson2ἀγάπηlove2ὅτιthat/since: that2καθώςas/just as2λαμβάνωto take2γράφωto write2ἀπόaway from2ἀρχήbeginning2πολύςmuch2πλάνοςdeceiving2ἔρχομαιto come/go2λέγωto say2στόμαmouth2πρεσβύτεροςelder: Elderμόνοςaloneγινώσκωto knowαἰώνan age: ageχάριςgraceἔλεοςmercyεἰρήνηpeaceλίανgreatlyεὑρίσκωto find/meetἐκout fromνῦνnowἐρωτάωto askὡςas/whenκαινόςnewἀλλήλωνone anotherκατάaccording toἀκούωto hearἐξέρχομαιto go outκόσμοςworldὁμολογέωto confess/professσάρξfleshἀντίχριστοςantichristβλέπωto seeἑαυτοῦthemselfἀπολλύωto destroyἐργάζομαιto workμισθόςwageπλήρηςfullἀπολαμβάνωto get backπροάγωto go/bring beforeεἰifτιςoneφέρωto bear/leadοἰκίαhomeγάρforκοινωνέωto participateἔργονworkπονηρόςevil/badβούλομαιto planχάρτηςpaperμέλανinkἐλπίζωto hope/expectγίνομαιto beλαλέωto speakχαράjoyπληρόωto fulfillἀσπάζομαιto pay respects toἀδελφήsister
Scroll to Top